Free

Сочинения. Том 4

Text
Author:
Mark as finished
Font:Smaller АаLarger Aa

6.3.33. ἐπάνειµι γὰρ αὖθις ὡς τὸν Πέλοπα συγχωροῦντα τὸν ἐγκέφαλον ἁπάντων εἶναι τῶν νεύρων ἀρχήν. ὁµολογεῖ γοῦν καὶ αὐτὸς ἀπ’ ἐγκεφάλου φυόµενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ’ ὀφθαλµοὺς µυσὶν ἐκ µιᾶς καὶ παχείας ἐκφύσεως εἰς µικρὰ καὶ πολλὰ σχιζόµενα.

6.3.34. τούτων δ’ ἔτι µᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη µέν ἐστιν ἐκφυοµένη, τέµνεται δ’ εἰς πάµπο<λ>λα µικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόµα διανεµοµένη µορίοις, ὥσπερ γε καὶ ἡ µετ’ αὐτήν. ἵνα δὲ µὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἀπ’ ἐγκεφάλου βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέµνον ἀριθµοῦ παµπόλ<λ>ου νεύρων οἷον κλάδων ἀποφυοµένων αὐτοῦ.

6.3.35. Tαῦτα µὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωµένοις ὁµολογούµενα, τὸ δὲ τὰ µικρὰ τῶν µεγάλων ἀρχὰς εἶναι µάχεται µὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινοµένοις —ἀεὶ γὰρ ἐν τούτοις τὰ µείζω τῶν µικροτέρων ἀρχαί—, µάχεται δὲ ὡς εἴρηται καὶ τοῖς κατὰ τὰ φυτὰ καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γάρ ἐστιν ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι.

6.3.36. φαίνονται γοῦν αἱ µὲν ἀρτηρίαι πρὶν ἐκτµηθῆναι τοῦ ζῴου τὴν κίνησιν ἀπολλύουσαι σαφῶς ἐπειδὰν βρόχῳ διαληφθῶσι, µήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόµεναι, µόνη δ’ ἡ καρδία πάντων τῶν ἐν τῷ ζῴῳ µορίων ἐξαιρουµένη µέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς.

6.3.37. αἱ δ’ ἀρτηρίαι ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τοµαῖς ἅµα τῷ πάθει καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ µέγιστα µόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν µικροτέρων γενήσονται.

6.3.38. εὐρύταται γοῦν ἁπασῶν εἰσι τοῦ ζῴου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόµεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαί, καθάπερ ἐν τοῖς φυτοῖς πάχιστον µὲν τὸ πρέµνον ἁπάντων τῶν κλάδων, παχίστη δ’ ἡ ῥίζωσις τῶν ῥιζῶν.

6.3.39. ὀνοµάζω δὲ ῥίζωσιν τὸ κάτωθεν µέρος, ὅπερ ὀλίγον ἔµπροσθεν ἐδείκνυον ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί µοι δοκεῖ καὶ ὁ ῾Ιπποκράτης ἐντεῦθεν ἐπὶ τὰ ζῷα µεταφέρων τοὔνοµα ῥίζωσιν εἰρηκέναι τῶν µὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ.

6.3.40. ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν αἱ ῥίζαι µὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ µὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύµονα καὶ ἡ εἰς ὅλον τὸ ζῷον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ’ εἰς τὰ κατὰ τὴν γαστέρα καὶ <ἡ> εἰς τὸ σύµπαν σῶµα.

6.3.41. ῥίζαι<ς> µὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες, ὡς καὶ τοῦτ’ αὐτὸς ῾Ιπποκράτης ἔδειξε φάµενος “ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζῴοις ἡ γαστήρ,” τὸ δ’ οἷον πρέµνον ἡ κοίλη φλέψ ἐστιν ἐκ µὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα, φεροµένη δ’ ἐκ τοῦ ἥπατος εὐθείᾳ πρὸς ἑκάτερα τοῦ ζῴου τὰ µέρη, τό τε ἄνω καὶ τὸ κάτω.

6.3.42. εὐρύτατον µὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν ***** ἀνατεταµένον, ἔλαττον δὲ ἀµφοῖν τὸ ἐµφυόµενον τῇ καρδίᾳ. καίτοι γ’ εἴπερ ἦν ἡ καρδία τῆς κοίλης φλεβὸς ὡς καὶ τῆς µεγάλης ἀρτηρίας ἀρχή, µέγιστον ἂν ἦν οἶµαι τὸ συνεχὲς αὐτῇ µέρος.

6.4.1. Εἰ δέ τις οἴεται τῆς µὲν δυνάµεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρµᾶσθαι τὸ αἷµα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω µόρια τὰ κάτω τοῦ ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφήν, οὗτός µοι δοκεῖ δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ µὴ βούλεται.

6.4.2. τὸ γὰρ ἐξ ἥπατος ὁρµᾶσθαι τὸ αἷµα τί ἄλλο ἐστὶν ἢ τὴν γεννῶσαν αἷµα δύναµιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι; εἴπερ οὖν ἕνεκα µὲν τοῦ τρέφεσθαι τὸ ζῷον ἡ τοῦ αἵµατός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷµα, τῆς θρεπτικῆς δυνάµεως ἀρχὴ τοῦτ’ ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία.

6.4.3. τὸ γὰρ προνοούµενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώµατι τοῦτ’ εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάµεως, ὥσπερ οἶµαι κἀν τοῖς φυτοῖς ἐκεῖνο τὸ µέρος ὃ ῥίζωσιν ἐκαλοῦµεν· ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παµπόλλων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν ἐπιπέµπει τε προκατεργασάµενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους.

6.4.4. εἰ γὰρ καὶ <ταύτης> τῆς [αὐτῆς] δυνάµεως ὥσπερ καὶ τῆς σφυγµικῆς ἀρχὴν θησόµεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ µηδὲν µάτην ἐργαζοµένη φύσις ἐποίησεν. ἦν γὰρ δήπου κατὰ τὴν καρδίαν αἱµατοῦσθαι τὴν τροφήν.

6.4.5. ἀλλ’ ὡς εἰς µέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. πιθανὸς µὲν ὁ λόγος, οὐ µὴν ἀληθής γε.

6.4.6. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουµένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούµενος ἐξουσίαν ἔχων τοῦ διανέµειν αὐτήν. ἐναργῆ δὲ παραδείγµατα κατ’ αὐτὸ τοῦ ζῴου τὸ σῶµα πάρεστι θεάσασθαι.

6.4.7. πάντα γοῦν ὅσα προπαρασκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει καὶ οὔτ’ ἐκ πνεύµονος ἄλλη τις ὁδὸς ἑτέρωσ<ε> τέτµηται πλὴν µιᾶς τῆς εἰς τὴν καρδίαν οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέρων ἑτέρωσε πλὴν εἰς ἧπαρ οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς πλέγµατος ἑτέρωσε πλὴν εἰς ἐγκέφαλον οὔτ’ ἐκ τῶν τὸ σπέρµα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι πλὴν τῶν ὄρχεων.

6.4.8. οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ἐντεῦθέν τε πάλιν ἐπὶ ἓν χωρίον ἡ κύστις ἐξερεύγεται, καθάπερ οἱ νεφροὶ τὸ οὖρον εἰς τὴν µεγάλην κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷµα προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέµειν αὐτὸ τῇ παρασκευῇ ἡµίεργον ἐπιστεύθη ποτ’ ἄν.

6.4.9. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεµόνος καὶ ἄρχοντος, οὔθ’ ὕλης ἐλλιπῶς παρεσκευασµένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευάζειν µόνον ὕλης τ’ ἐλλιποῦς ἐστι τὸ µὴ διανέµεσθαι. καὶ µὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς ὕλην ἐλλιπῆ [ὕλην] τὸ αἷµα διανέµειν πεπίστευται.

6.4.10. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγµατός ἐστι τοῦ ζῴου µόρια παρ’ ἥπατος ἀναµφισβητήτως ἔχει τὸ αἷµα, καίτοι πλείω τῶν ἡµίσεών ἐστι.

6.4.11. µᾶλλον δ’ ὅταν <ὡς> καὶ αὐτὸ τὸ διάφραγµα καὶ ὁ περικάρδιος ὑµὴν ἅµα τοῖς ἄλλοις ὑµέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα καὶ ὅσοι περιαλείφουσι τὸν πνεύµονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι διδαχθῶµεν ὑπὸ τῆς ἀνατοµῆς, εἰσόµεθα τὰ πλείω τῶν τοῦ ζῴου µορίων ἐξ ἥπατος τρεφόµενα προφανῶς τε καὶ ἀναµφισβητήτως.

6.4.12. ἐπιδειχθήσεται µὲν γὰρ ὀλίγον ὕστερον ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’ ἀναµφισβήτητον ἤδη λαµβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, [ἀλλὰ] καὶ αὐτοῦ τοῦ θώρακος ὅλα τὰ δύο µέρη.

6.4.13. Mαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύµπαντα τὰ κατὰ τὰς ἀνατοµὰς φαινόµενα καὶ πρῶτόν γε καὶ µέγιστον ἡ κάθαρσις τῶν περιττωµάτων τοῦ αἵµατος. ὡς γὰρ συµπεπληρωµένῃ τῇ τοῦ χυµοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωµάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν, οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι περίττωµα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερµοῦ µεταβαλλοµένης,

6.4.14. ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθµόν ἐστι. τουτὶ γὰρ δέδεικταί µοι δι’ ἑτέρων ἤδη πραγµατειῶν αὖθίς τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγµατείαν· νυνὶ δ’ εἴρηται µὲν ὡς µηδὲν τῶν ἀληθῶν παραλ<ε>ίποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁµολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχουκύστεως ἐκκαθαίρειν τὸ αἷµα.

6.4.15. κατὰ δὲ τὴν καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν οὔτ’ ἄλλον ἐργάζεται χυµόν. ὅµοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷµα καὶ τὸ κατὰ πάσας τὰς φλέβας <ἐν> ὅλῳ τῷ ζῴῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅµοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν.

6.4.16. τουτὶ µὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον, ἔσθ’ ὅτε δὲ καὶ τἀναντία παχύτερόν τε καὶ µελάντερον, ἀεὶ µέντοι θερµότερόν [αὐτό] ἐστι· τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷµα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώµενον ἐν τῇ δεξιᾷ κοιλίᾳ.

6.4.17. Mεγίστη δὲ πίστις ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυµὸν εἰς τροφὴν τῶν τοῦ ζῴου µορίων, ἀλλ’ αὐτὸ συµπληροῖ τὴν σύµπασαν ἰδέαν αὐτοῦ, τὸ µίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυοµένην, ἑτέραν δὲ µηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο µέρος αὐτῆς εἰς ὅλον ἀπάξουσαν τὸ σῶµα τὸν κατεργασθέντα χυµόν, καίτοι γ’ ἄλλης µὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦµα· φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖςἀγγείοις χρωµένη πρός τε τὰς ἡµιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασµένας οὐδὲ ταῖς αὐταῖς ὁδοῖς.

6.4.18. οὐδὲ γὰρ δυνατόν ἐστιν ἅµα τε τὸ ἡµίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέµπεσθαι τροφήν, ἅµα τε τὴν ἤδη κατειργασµένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα µὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡµίπεπτον, ἑτέρα δὲ ἡ τὴν ἀκριβῶς κατειργασµένην ἐξάγουσα.

6.4.19. νυνὶ δ’ εἰσάγει µέν τις, ἐξάγει δ’ οὐδεµία πλὴν τῆς εἰς πνεύµονα, περὶ ἧς [ἂν] ἐπὶ πλέον ἐν τοῖς Περὶ χρείας µορίων ἐπεσκεψάµεθα τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας οὐκ ἐκ τῆς κοίλης ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύµονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.

6.5.1. Δεῖται δὲ µάλιστα εἴπερ τις ἄλλος λόγος καὶ ὁ νῦν ἡµῖν προκείµενος αὐτοῦ τοῦ φαινοµένου κατὰ τὰς ἀνατοµάς. οὐ µόνον γὰρ οὐδεµία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω µόρια φεροµένη πλὴν [ἢ] τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷµα, ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεµία.

6.5.2. φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφεροµένη καὶ ταύτης ἀποβλάστηµά τι τὸ εἰς τὴν καρδίαν ἐµφυόµενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισµα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ τὴν ἀρτηρίαν τὴν µεγάλην, ὃ θεωρούµενον ἄν τινα βουλοίµην οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα.

6.5.3. µία γὰρ ἀρτηρία µεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφῦσα σαφῆ σχίσιν εἰς ἀµφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶµεν κάτω φεροµένην. οὕτως δ’ αὖ ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυοµένην φλέβα σαφῆ τὴν νοµὴν ἴσχειν εἰς ἄµφω τὰ µέρη.

6.5.4. φαίνεται δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφεροµένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχήν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν;

 

6.5.5. ἐπὶ γὰρ ἀνοµοίοις γνωρίσµασιν ἀνόµοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ µικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισµα, καίτοι γ’ οὐκ ὄντος µικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σµικρὸν εἶναί φησι τὸ πολλὰ τῶν ζῴων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας.

6.5.6. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα τῆς κοιλίας ταύτης ἐκφύεσθαι νοµίζειν, ὅταν ἐν παµπόλλοις γένεσι ζῴων ἧπαρ µὲν ὑπάρχῃ καὶ κοίλη φλέψ, ἡ κοιλία δ’ ἡ δεξιὰ µηδόλως ᾖ.

6.5.7. Tίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζῴων, ἐν οἷς φηµι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν; ἀριθµῷ µὲν οὐκ ἔχων διελθεῖν αὐτά, κοινὸν δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον ἀνατεµὼν πολλά, ἀσύ[µ]βατα µὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ µήτ’ ἀναπνεῖν ἐξ ἀέρος µήτ’ ἔχειν πνεύµονα.

6.5.8. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα γένη τῶν ζῴων παρεφύλαξα, τὸ συναπόλλυσθαί τε καὶ συγγεν<ν>ᾶσθαι τῷ πνεύµονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. ἐζήτησα δὲ χρόνῳ παµπόλ<λ>ῳ καὶ τὴν αἰτίαν αὐτῶν καὶ γέγραπται τὰ φανένθ’ ἡµῖν εὔλογα κατὰ τὴν Περὶ χρείας µορίων πραγµατείαν.

6.5.9. ἐµπίδας µὲν οὖν καὶ µυίας καὶ σκώληκας καὶ µελίττας καὶ µύρµηκας οὔτ’ ἀνέτεµον οὔτ’ ἀνατεµεῖν ἐπιχειρήσαιµι ἄν. ὅπου γὰρ κἀν τοῖς µεγάλοις ζῴοις εὑρίσκω πολλὰ σφαλλοµένους τοὺς ἀνατεµόντας, εὔλογον δήπου κατὰ τὰ σµικρότερα µᾶλλον σφαλῆναι.

6.5.10. τῶν γοῦν ἀνατµηθέντων ὑπ’ ἐµοῦ µέχρι γε τοῦ δεῦρο σχεδὸν οὐκ ἔστιν ὅτῳ µὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει καὶ κοίλη φλὲψ καὶ ἀρτηρία ἡ µεγάλη.

6.5.11. καὶ φαίνεται καθάπερ ἡ ἀρτηρία τῆς καρδίας οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυο[υ]µένη διὰ παντός, κἂν µηδόλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν.

6.5.12. καὶ διὰ τοῦτο φαίνεται σχιζοµένη µετὰ τὸ διελθεῖν τὰς φρένας ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων ὅταν ἐγγὺς ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζῴοις οὐκ ὀλίγοις ἐστὶ µὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς µεγάλα δύο σχιζοµένη πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι.

6.5.13. καὶ τοῦτο πᾶσι µὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί τε τοῖς ἕρπουσι καὶ τῶν βαδιζόντων ὀλίγοις· ὥστε τὰ πλεῖστα τῶν ζῴων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος ἔχει ἀρχοµένην.

6.5.14. ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ ἐκείνου τοῦ σπλάγχνου φυόµενον ἀγγεῖον ἑκατέρων τῶν τµηµάτων, ὡς ἅµα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης.

6.5.15. εἰ δὲ εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζῴου φαίνοιτο θατέρου τµήµατος, ἀλλὰ συναµφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς ἐστιν ἴσα, µόνον οὐ µετὰ φωνῆς ἑρµηνεύοντα τὴν µὲν οἷόν τι πρέµνον ὑπάρχειν, αὐτὰ δ’ ἀπ’ ἐκείνης γεγενῆσθαι σχισθείσης οἷόν περ κλάδους τινὰς ἢ καὶ κλῶνας.

6.5.16. Oὐ µόνον δ’ ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν, ἀλλὰ καὶ ἐκ τῶν σιµῶν ἑτέρα φλέψ, ἣν οἱ µὲν ὀνοµάζουσι πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε τὴν φλέβα πύλας ὑπάρχειν, ἀλλ’ ὅσον πρῶτον αὐτῆς ἐξίσχει τοῦ ἥπατος, ὅπερ καὶ πάντων εὐρύτατόν ἐστιν.

6.5.17. ἀπ’ αὐτοῦ γὰρ εἰς ἄµφω τὰ µέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ σιµὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ καλούµενον ἐπίπλοον. τῶν <δὲ> ἐν τούτοις ἅπασι φλεβῶν παµπόλ<λ>ων οὐσῶν οὐδεµία συνεχής ἐστι τῇ καρδίᾳ.

6.5.18. καί τις ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιµώντων ἀπεθαύµαζέ τε καὶ ἠπίστει τῷ λόγῳ καὶ δειχθῆναί οἱ τὸ λεγόµενον ἠξίου καὶ ὡς εἶδε µεγάλως κατεγίγνωσκε τῶν ἀποφηναµένων ἀρχὴν εἶναι φλεβῶν τὴν καρδίαν.

6.5.19. ὥσπερ γὰρ εἰ µίαν ἡντινοῦν ἐν ὅλῳ τῷ ζῴῳ φλέβα κεχωρισµένην εἰς τοσοῦτον ηὑρίσκοµεν, ὡς µήτ’ αὐτῷ συνάπτειν τῷ ἥπατι µήτε τινὶ τῶν ἀπ’ αὐτοῦ φλεβῶν, οὐκ ἂν ἀπεφηνάµε-θα τῆς φλεβὸς ἐκείνης ἀρχὴν εἶναι τὸ ἧπαρ, οὕτως ἐπειδὴ νῦν οὐ µίαν οὐδὲ δύο µόνας, ἀλλ’ ἀνάριθµόν τι πλῆθος εὑρίσκοµεν οὐδεµίαν ἐχούσας τῇ καρδίᾳ συνέχειαν, οὐκ ἂν οἶµαι φαίηµεν ἐκείνων τῶν φλεβῶν ἀρχὴν εἶναι τὴν καρδίαν.

6.5.20. εὐλόγως οὖν εἴρηται ῥίζωσις τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, ὡς τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ δένδρου δ’ ἡ χώρα τοῦ καταβληθέντος σπέρµατος. ἐν ἅπασι γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ λοιποῦ παντός ἐστιν, οὐ τῆς ἐξ ἀρχῆς γενέσεως µόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως.

6.5.21. ῞Oτι δὲ τὸ φαινόµενον αὐτὸ διὰ τῆς ἀνατοµῆς βιάζεται καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁµολογεῖν τἀληθές, ἐκ τοῦδε ἂν µάλιστα µάθοις.

6.5.22. οὐδεὶς τῶν ἀνατοµικῶν ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόµενος ἀνατοµὴν φλεβῶν ἑτέραν ἀρχὴν τῆς διδασκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι παρελὼν τὸ ἧπαρ, ἀλλ’ εἴτ’ ἀπορεῖν ὑπὲρ ἀρχῆς ἔφησεν, ὡς ῾Ηρόφιλος, εἴτ’ εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ ὁ ἡµέτερος Πέλοψ, ὅµως τήν γε διδασκαλίαν ὀλίγου δεῖν ἅπαντες ἀφ’ ἥπατος ἐποιήσαντο.

6.5.23. καὶ τό γε θαυµασιώτατόν τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν· ἐν µιᾷ πραγµατείᾳ τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον ἀνατοµήν τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ µὲν τὸ δεύτερον σύγγραµµα τῶν ῾Ιπποκρατείων εἰσαγωγῶν εὖ µάλα γενναίως ἀγωνισάµενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ νεύρων µόνον ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχήν, ἐν δὲ τῷ τρίτῳ τῆς ἀνατοµῆς τῶν φλεβῶν ἀφ’ ἥπατος ἀρξάµενος, ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατοµικοί [εἶναι γράφουσι]· πρὸς γὰρ τὴν διδασκαλίαν ἐπιτήδειον <εἶναι γράφουσι> τὸ τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ.

6.5.24. θαυµάζω δ’ αὐτῶν εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νοµίζουσι πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ µὲν γὰρ οἶδα καὶ τοῦθ’ ἕν τι τῶν ὡµολογηµένων ἅπασιν, ὡς οὐδὲν τῶν γεγονότων τε καὶ γινοµένων ἀναίτιόν ἐστιν.

6.5.25. εἰ µὲν οὖν ἀπορεῖν ὁµολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁµοίως τοῖς ἐµπειρικοῖς, οὐδ’ ἂν ἐµοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ ἀρχὴν αὐτῶν ζητήσουσιν οὔθ’ ὅλως ἀνατεµοῦσιν·εἰ δὲ λόγον ἔχειν φασὶν ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρῶτον οὗ λέγουσιν ἐπεσκέψαντο τὴν αἰτίαν· “ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν φλεβῶν ἀνατοµῆς ἀρχὴν τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ”;

6.5.26. ἀναιτίως, ὦ σοφώτατοι, ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ, καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι; τίς οὖν ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς καὶ ῥᾳθύµως ὑπερβῆναι.

6.5.27. Tὴν δ’ ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶµαι παρέξειν, ὃ πρὸς ἁπάντων ὁµολογεῖται τῶν ἀνατοµικῶν ἐπιτήδειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας ἀρχήν.

6.5.28. εἰ γὰρ καὶ µηδενὸς ἄλλου, τούτου <γ’> αὐτοῦ τὸν λόγον ἡµῖν ἀποδοῦναι δυνήσονται, τοῦ φάσκειν “ἐπιτήδειον εἰς ἀρχὴν διδασκαλίας ἐστίν”· <ἐπιτήδειον δέ ἐστιν> οὔθ’ ὅτι τὴν χρόαν ἐρυθρόν ἐστιν οὔθ’ ὅτι διείληπται λοβοῖς οὔθ’ ὅτι καθ’ ἑνὸς αὐτῶν ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον οὔτε δι’ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ’ ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες ὑπάρχουσιν αὐτῷ.

6.5.29. καὶ µὴν οὐκ ἄλλου τινός ἐστι τοῦτ’ αὐτὸ γνώρισµα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι νεύρων ἀνατοµῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι διδασκαλίας ἐγκέφαλον ὑπερβάντα ἢ ὅτι ἀρχὴ τούτων ἐστί· τούτου γὰρ µὴ διδοµένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρδίαν. ἡ γὰρ ὑπὸ τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν διδασκαλίαν ἀφ’ ἑαυτῆς ἀναγκάζει ποιήσασθαι.

6.5.30. οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν ὕδατος ἐξηγήσασθαι διανοµὴν ἐπεισάκτου πόλει τὴν ἀρχὴν τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν τὴν πρώτην εἴσοδον, ἀλλ’ ἀνάγκη πᾶσα τούτῳ προειπόντι τὸ χωρίον ἐκεῖνο τῆς πόλεως [οὗ] εἰς ὃ πρότερον ἔξωθεν ἀφικνεῖται τὸ ὕδωρ, ἀπ’ ἐκείνου ποιήσασθαι τὴν ἑξῆς ἅπασαν διήγησιν.

6.5.31. ὥστ’ οὐ χρὴ ζητεῖν ἄλλην µὲν ἀρχὴν τῆς τοῦ πράγµατος φύσεως, ἄλλην δὲ τῆς διδασκαλίας αὐτοῦ. κατὰ γὰρ τὴν τοῦ πράγµατος φύσιν ἡ διδασκαλία γιγνοµένη τὴν αὐτὴν ἔχει τῷ διδασκοµένῳ τὴν ἀρχὴν οὐδ’ ἔστιν ὀρθῶς διηγήσασθαι βουλοµένῳ ἢ γένεσιν τῶν γεγονότων ἢ διοίκησιν τῶν διοικουµένων ἑτέραν ἀρχὴν ἐπιτηδειοτέραν εὑρεῖν τῆς ἀληθοῦς.

6.5.32. ἡ µὲν γὰρ τῆς οἰκίας γένεσις ἀναγκάσει <σ>ε> πρῶτον µνηµονεῦσαι τῶν θεµελίων, ἡ δὲ τῆς νεὼς τῆς τρόπεως.

6.5.33. οὕτω δὲ καὶ εἰ βουληθείης διηγήσασθαι πόλεως ἢ ἔθνους ἢ στρατοπέδου διοίκησιν, ἀναγκασθήσῃ τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ µνηµονεῦσαι.

6.5.34. Θαυµάζειν οὖν ἄξιον ὅσοι διδάξαι µὲν ὀρθῶς ἑτέρωθεν ἀρξάµενον ἀδύνατον εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν φλεβῶν. ἀλλήλοις γὰρ ἄµφω συνῆπται ταῦτα καὶ οὐχ οἷόν <τ’> ἐστὶ χωρὶς ἀλλήλων γενέσθαι διασπασθέντα, – τὴν ὀρθὴν ἀρχὴν λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγµατος—, ἀλλ’ εἴτ’ ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς ἄρξεται, εἴτε [δὲ] τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδασκαλίας οὐκ ἀγνοεῖ.

6.6.1. ῎Ηρκει µὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν µὴν ἧττόν ἐστι καὶ τὰ µέλλοντα λεχθήσεσθαι βέβαια γνωρίσµατα τοῦ µηδαµῶς εἶναι τὴν καρδίαν µήτε τοῦ τρέφοντος αἵµατος ὅλον τὸ σῶµα γεννητικὴν ἀρχὴν µήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον ἰδίᾳ καὶ πρότερον ὡς οὐκ ἔστι τῷ ζῴῳ τοῦ θρέψοντος αἵµατος ἀρχή.

6.6.2. διὰ τί δὲ τὸ ‘θρέψοντος’ πρόσκειται κατὰ τὸν λόγον αὖθις; διότι ἐδείκνυον ὡς ἑτέρου τινὸς αἵµατος ἑτέραν χρείαν τοῖς ζῴοις παρεχοµένου τῆς γενέσεως οὐκ ἀφαιροῦµαι τὴν καρδίαν.

6.6.3. ἀλλὰ τό γε νῦν [εἶναι] προκείµενον, ὡς ὑφ’ οὗ τρέφεται τὰ σύµπαντα µέλη τοῦ ζῴου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρµᾶται, δείξειν ἐπαγγέλλοµαι τῶν ἐξ ἀνατοµῆς φαινοµένων ἀρχὴν τῷ λόγῳ ποιησάµενος, ὃ µάλιστα µάχεται τοῖς ᾿Ερασιστρατ<ε>ίοις οἳ νῦν ἡµῖν ἐροῦσιν ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζοµεν.

6.6.4. Eἴρηται δὲ τὸ φαινόµενον ὑπ’ ᾿Ερασιστράτου κατὰ τὴν τῶν Πυρετῶν πραγµατείαν, ὡς ὑµένες ἐπιπεφύκασιν τοῖς στόµασι τῶν ἀγγείων οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται.

6.6.5. τούτους τοὺς ὑµένας ἐτόλµησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ ᾿Ερασιστρατείου διεσκευάσθαι δόγµατος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ µὴ γινώσκων αὐτούς.

6.6.6. εἰσὶ δ’ ἐπὶ µὲν τῷ στόµατι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁµοιότατοι τὴν σύνταξιν, ὅθεν οἶµαι καὶ τριγλώχινας ἔνιοι τῶν ᾿Ερασιστρατείων ἐκάλεσαν αὐτούς.

6.6.7. ἐπὶ δὲ τῆς ἀρτηρίας τῆς φλεβώδους, —οὕτω δὲ ὀνοµάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύµονα κατασχιζοµένην—, ὁµοιότατοι µὲν τὸ εἶδος ἀριθµῷ δ’ οὐκ ἴσοι· µόνῳ γὰρ τούτῳ τῷ στόµατι δυοῖν ὑµένων ἐπίφυσίς ἐστι. τῶν δ’ ἄλλων στοµάτων ἑκατέρῳ τρεῖς ὑµένες εἰσὶν ἅπαντες σιγµοειδεῖς.

6.6.8. ἐξάγει δ’, ὡς ᾿Ερασίστρατός φησιν ἐξηγούµενος τὸ φαινόµενον, ἑκάτερον µὲν τῶν στοµάτων, αἷµα µὲν εἰς τὸν πνεύµονα τὸ ἕτερον αὐτῶν, πνεῦµα δ’ εἰς ὅλον τὸ ζῷον τὸ ἕτερον· ἡ χρεία δὲ τῶν ὑµένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνων ἀµοιβαῖς ἐγκαίροις ὑπαλ<λ>αττοµένας, τοὺς µὲν ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φεροµένους ἀνατρέπεσθαι µὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόµατα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς αὐτὴν ἑλκοµένοις.

6.6.9. οὐ γὰρ δὴ αὐτοµάτως γε τὰς ὕλας εἰσρεῖν φησιν ὡς εἰς ἄψυχόν τινα δεξαµενήν, ἀλλ’ αὐτὴν τὴν καρδίαν διαστελ-λοµένην ὥσπερ τὰς τῶν χαλκέων φύσας ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ.

6.6.10. ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας <ἄλλους> ἔλεγεν ἐπικεῖσθαι καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν· ἔσωθεν γὰρ ἔξω ῥέποντας ἀνατρεποµένους µὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόµατα καθ’ ὃν ἂν ἡ καρδία χρόνον χορηγῇ τὰς ὕλας, ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόµατα µηδὲνὶ τῶν ἐκπεµφθέντων ἐπανέρχεσθαι συγχωροῦντας.

6.6.11. οὕτως δὲ καὶ τοὺς ἐπὶ τοῖς εἰσάγουσι<ν>, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόµατα µηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις ἔξω παλινδροµεῖν ἐπιτρέποντας.

6.6.12. Eἴπερ οὖν ἔχει ταῦθ’ οὕτως, ἄνδρες ᾿Ερασιστράτειοι, τὰ µὲν ἄλλα τῶν ἀγγείων ἐάσωµεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀµφισβητούµενον ἐπισκεψώµεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν τὸ αἷµα ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑµένας, ἆρ’ ἔσωθεν ἔξω ῥέποντας ἢ τοὐναντίον ἔξωθεν ἔσω φεροµένους;

6.6.13. ἀλλ’ ἴσως οὐδὲ τοῦτο µέγα πρὸς τὸ προπαρεσκευάσθαι µὲν ἐν ἥπατι τὸ αἷµα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς τὴν καρδίαν ἀποληψόµενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα· καὶ γὰρ καὶ λόγον ἔχει µηδὲν τῶν τελέων τε καὶ µεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι µηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσµον ἅπαντα κτήσασθαι.

6.6.14. δείξατε οὖν ἡµῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσµηθὲν αἷµα καὶ διανεµόµενον ἅπαντι τῷ σώµατι καθάπερ ἡ ἀρτηρία τὸ πνεῦµα.

6.6.15. καὶ µὴν τὰ σύµπαντα τέτταρά ἐστι στόµατα, δύο καθ’ ἑκατέραν κοιλίαν, ἓν µὲν ἐκ τοῦ πνεύµονος εἰσάγον τὸ πνεῦµα, τὸ δ’ ἕτερον ἐξάγον, ἄµφω µὲν ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιάν, εἰς µὲν τὸν πνεύµονα τὸ ἕτερον αἷµα παράγον, <ἐκ δὲ τοῦ ἥπατος> εἰσάγον τὸ ἕτερον· ὑπὲρ οὗ σύµπας ὁ λόγος ἐστίν.

6.6.16. πέµπτον δ’ ἄλλο στόµα οὐκ ἔχοµεν εἰπεῖν κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόµενον εἰς αὐτὴν αἷµα πρὸς ὅλον ἀποπέµψει τὸ σῶµα.

6.6.17. µὴ τοίνυν ἐπιπέµπεσθαι λέγετε τῷ παντὶ σώµατι παρὰ τῆς καρδίας αἷµα καὶ πνεῦµα µηδὲ εἶναι τοῦτο τὸ σπλάγχνον ὡς ἀρτηριῶν, οὕτω καὶ φλεβῶν ἀρχήν.

6.6.18. οὔτε γὰρ ἀγγεῖον ἕτερον ἔχετε δεικνύειν ἐκφυόµενον τῆς καρδίας οὔτ’ ἄλλην τινὰ χρείαν τῶν ὑµένων, οὓς οὐκ ἂν ἡ µηδὲν εἰκῇ ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο µὴ µέγιστόν τι µέλλοντας εἰς ὑπηρεσίαν παρέχειν αὐτῷ.

 

6.6.19. καί µοι θαυµάζειν ἐπέρχεται µάλιστα πάντων ᾿Ερασιστράτου καθ’ ἓν βιβλίον τὸ πρῶτον Περὶ πυρετῶν ἅµα µὲν ἀρχὴν ἀποφηναµένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν, ἅµα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑµένας ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκοντος.

6.6.20. Oὐδὲ γὰρ οὐδὲ τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ µὲν αἵµατος ἀρχὴ τὸ ἧπαρ ὑπάρχει, τῆς διοικούσης δὲ τὰς φλέβας δυνάµεως ἡ καρδία. ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐκπέµπεσθαι διὰ τῶν χιτώνων ὁµολογεῖ τὴν δύναµιν, ἦ πού γε ταῖς φλεψὶν ὁµολογήσει;.

6.6.21. εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαµεν εἶναι τὸ µόριον ὃ τοῖς ἀφ’ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναµιν ἢ πάντως γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ οἷόν τε φάναι τῶν φλεβῶν ἀρχήν. δύναµιν µὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ τὸν ᾿Ερασίστρατον, ὅτι µηδὲ ταῖς ἀρτηρίαις, ἡ δ’ ὕλη τοῦ αἵµατος ἐξ ἥπατος ὁρµᾶται σαφῶς.

6.6.22. οὐ µὴν <οὐδ’> ὅτι πᾶσαι περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαίνουσι γάρ, ὡς δέδεικται πρόσθεν.

6.6.23. ἆρ’ οὖν ὅτι κατὰ τὴν πρώτην διάπλασιν ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστι, διὰ τοῦτ’ ἀρχὴν ἕξουσι τὴν καρδίαν αἱ φλέβες; ἀλλ’ οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς ἡ ζήτησις ἦν, ὡς ἐν τῷ [προτέρῳ] πρώτῳ γράµµατι κατ’ ἀρχὰς εὐθέως διώρισται, καὶ πρὸς τῷ µὴ ζητεῖσθαι τὴν τῆς γενέσεως αὐτῶν ἀρχὴν οὐδ’ ἀπόδειξίν τινα ἐπεχείρησεν ᾿Ερασίστρατος εἰπεῖν ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ διαπλάττεσθαι τὸ ἔµβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος.

6.6.24. οὐ µὴν οὐδ’ ἐπὶ νεύρων ἐζήτησε τὴν τοιαύτην ἀρχήν, ὥσπερ οὐδ’ ἐπ’ ἀρτηριῶν, ἀλλὰ µόνης τῆς ἐπὶ τοῦ διαπεπλασµένου τελέως ζῴου διοικήσεως ἀρχὰς ἀπεφήνατο, τῆς µὲν τῶν ἀρτηριῶν ἐνεργείας τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρδίαν.

6.6.25. Eἰκότως µὲν οὖν ἀσαφὴς ἡ γνώµη τἀνδρός ἐστιν ἡ περὶ τῶν φλεβῶν οὐδὲν εἰπόντος ὑπὲρ αἵµατος γενέσεως, ἀλλ’ ὅλην ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν οὖσαν µακρῷ τοῖς ζῴοις τῆς κατὰ τὴν γαστέρα.

6.6.26. ζῆν µὲν γὰρ οἷόν τ’ ἐστὶν ἡµῖν εἰ καὶ µηδὲ ὅλως ἡ γαστὴρ τρίβοι τὰ σιτία, δυναµένοις γε προσφέρεσθαι χυλούς, ὡς ἐν πολλοῖς ἔθνεσι γάλα· τεθνάναι δ’ ἀναγκαῖον εἰ ἡ τοῦ αἵµατος ἀπόλ[λ]οιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ οὔτ’ εἰ φλέβες οὔτ’ <εἰ> ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλµησεν ἀποφήνασθαι· τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ.

6.6.27. οὐ µόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁµοίως γιγνοµένην ἐπιχειρήσας ἐξηγεῖσθαι µᾶλλον πάντων ἢ ἀλλοιώσεως ἐµνηµόνευσεν.

6.6.28. εἰ δὲ ταύτης ἐµνηµόνευσεν, εὐθὺς ἂν οἶµαι καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος ἀλλοιουµένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ µεταβολὴ γίγνεται.

6.6.29. καθάπερ γὰρ τὸ πῦρ ὁµοιῶσαν ἑαυτῷ τὸ ξύλον ἐξ αὐτοῦ [ἅµα] γένεσίν τε ἅµα καὶ τροφὴν ἴσχει, κατὰ τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῷα τὴν τροφὴν ἑαυτοῖς ὁµοιοῦντα.

6.6.30. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν ἡµιπέπτων περιττωµάτων ὁµοίων ἀεὶ γιγνοµένων τοῖς τρεφοµένοις σώµασιν ὧν ἐστι περιττώµατα.

6.6.31. Φυσικώτερος µὲν οὖν ὁ λόγος ἐστὶ καὶ δεόµενος ἀκροατῶν προγεγυµνασµένων ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάµεων λογισµοῖς οὓς ἰδίᾳ διήλθοµεν ἑτέρωθι.

6.6.32. λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον· ἐν δὲ τῷ παρόντι συντελέσαι βούλοµαι τὸν ὑπὲρ τῆς ᾿Ερασιστράτου γνώµης ἅπαντα λόγον, <ἐν> ᾧ [ἀπο]δεδείξεται ὡς κατὰ τὴν πρώτην ἐν τῇ µήτρᾳ τῶν ἐµβρύων διάπλασιν οὐκ ἐκ τῆς καρδίας αἱ φλέβες ἴσχουσι τὴν γένεσιν.

6.6.33. ἅπασαι γὰρ αἱ κατὰ τὸ χόριον φλέβες αἱ συνάπτουσαι τῇ µήτρᾳ τὸ κυούµενον ἀποβλαστήµατ’ εἰσὶ µιᾶς µεγίστης φλεβὸς ἐξ ἥπατος ὡρµηµένης.

6.6.34. αὕτη δὲ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παµπόλ<λ>ων τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χόριον ἄχρι πλείστου µὲν ἄσχιστος καὶ µία µένουσα διεξέρχεται µέγα διάστηµα τὸ κατ’ αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ’ ἤδη πρὸς τοὐκτὸς ἕτερον µέγιστον διάστηµα διεξέρχεται δίχα σχισθεῖσα διττοῖς καὶ τοῦτο ὁριζόµενον ὅροις, ἑνὶ µέν, ᾧ νῦν δὴ πέπαυµαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρµατος, ἑτέρῳ δ’ ὅταν ὑπερκύψῃ τὸν ἀµνειόν.

6.6.35. ἡ γὰρ διὰ τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀµφαλὸν συνηνωµένην φλέβα περιέχει νεµοµένην εἰς δύο.

6.6.36. τρίτη δ’ ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ χόριον, οὐκέτι µενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς εἰς παµπόλ<λ>ας ἄλλας ἀλλαχόσε τοῦ χορίου διασπειροµένας.

6.6.37. αὖθις δ’ ἀπ’ ἐκείνων ἕτεραί τινες, εἶτα ἀπ’ ἐκείνων ἄλλαι γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις ἂν εἰς µικρότατα τελευτήσωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας βλάστας [τὰς] τοῦ φυτοῦ.

6.6.38. οἰκειότερον δ’ ἦν ἄρα µήτε τὴν ἐκ τοῦ ἥπατος ὁρµηθεῖσαν φλέβα πρέµνῳ προσεικάζειν εἰς πολλοὺς κλάδους σχιζοµένῳ µήτε τὰς ἐσχάτας τελευτὰς βλαστήµασιν, ἀλλὰ ταύτας µὲν αὐτοῖς τοῖς πέρασι τῶν ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐµπεφυκόσι, τὴν µεγίστην δὲ φλέβα τῇ συµπάση<ς> τῆς ῥιζώσεως ἀρχῇ.

6.6.39. φαίνονται γάρ πως εἰς τὴν µήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐρριζωµέναι τροφὴν ἐξ αὐτῆς [αἷµα] ἀναφέρειν ἐπὶ τὸ ἧπαρ ὡς ἀρχὴν ἅπαντος τοῦ φυτοῦ.

6.6.40. εἰ δ’ οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ µὲν οὐδαµῶς ἂν ἔχοις ἔτι προσνέµειν τὴν ἀρχήν, ἀναγκασθήσῃ δὲ πάντα τὰ εἰς τὴν µήτραν ἐµφυόµενα πέρατα τὴν ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. ἀλλ’ εἰ τοῦτο, καὶ τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς µήτρας καθήκοντα πέρατα θέσθαι, τὴν καρδίαν ὑπερβάντι.

6.6.41. δεῖξον οὖν ἡµῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν αὐτῶν ὁρµωµένην. ἀλλ’ ὅµως οὔτ’ ἐστί τι νεῦρον ἐκφυόµενον τῆς µήτρας εἰς χόριον οὔτ’ ἐν τῷ χορίῳ φαινόµενον οὔτε κατὰ τὸν ὀµφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν ἢ ἔσωθεν ἔξω προερχόµενον.

6.6.42. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων ἀρχὴν τοῦ γεννωµένου συναφθῆναι τῇ µήτρᾳ καθάπερ τὴν τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. αὗται µὲν γὰρ δέονται τῶν ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ’ ἀρχὴ τῶν νεύρων οὐ δεῖται.

6.6.43. δέδεικται δὲ κἀν τοῖς ἔµπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ µέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ ἡ ἐκ τοῦ ἥπατος ἐκφυοµένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ χόριον ἁπάσαις ἐστίν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας ἀρτηρία.

6.6.44. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χόριον ἁπάσαις χορηγεῖ τῆς οἰκείας δυνάµεως, οὐκ ἐκεῖναι ταύτῃ. ἐκ γὰρ τοῦ σπέρµατος ἡ ἀρχὴ τοῖς ἐµβρύοις ἐστὶ τῶν διοικουσῶν αὐτὰ δυνάµεων, οὐκ ἐκ τῆς µήτρας.

6.6.45. ἀµέλει κἂν βρόχῳ διαλάβῃς ἢ τοῖς σεαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν ὀµφαλὸν ἀρτηρίας, ἀ<σ>φύκτους ὄψει πα-ραχρῆµα τὰς κατὰ τὸ χόριον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ’ ἄν, εἰ τὴν ἀρχὴν τῆς κινήσεως αὐταῖς ἡ µήτρα παρεῖχεν.

6.6.46. ῎Eοικα δὲ διατρίβειν ἐπὶ πλέον ἐν πράγµατι σαφεῖ τε ἅµα καὶ τοῖς ἀνατοµικοῖς σχεδὸν ἅπασιν ὡµολογηµένῳ. καὶ γὰρ ὅπως διαιρεῖν χρὴ τῆς κυούσης τὸ ἐπιγάστριον καὶ ὅπως γυµνὸν ἐργάζεσθαι τὸ ἔµβρυον ἔτι τῇ µήτρᾳ προσε[ρ]χόµενον, οὐχ ἡµέτερον εὕρηµά ἐστιν, ἀλλὰ πολλοῖς τοῖς ἔµπροσθεν εἴρηται.

6.6.47. τοῖς δ’ αὐτοῖς τούτοις ὡµολόγηται καὶ ὅτι τὸ κυούµενον ἐν ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὸ δυνάµεων, ὥστε τούτου µὲν ἀποχωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν εἴτε τὸ ἔµβρυον ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν εἴθ’ ἡ µήτρα τῆς κυούσης, ἐπισκέπτεσθαι δ’ ἐξ ὅτου τῶν σπλάγχνων αὗται πεφύκασιν.

6.6.48. ἑτοίµη δ’ εὕρεσις ἐκ τῶν ἐν ταῖς ἀνατοµαῖς φαινοµένων. εἰς ὃ γὰρ ἅπασαι περαίνουσιν αἱ κατὰ τὸ χόριον, ἐκεῖθεν πεφύκασιν.

6.6.49. ἀλλὰ µὴν ἐναργῶς τοῦτό γε φαίνεται πᾶσι τοῖς ὀφθαλµοὺς ἔχουσιν, εἰς µίαν ἅπασαι συνιοῦσαι φλέβα τὴν ἐκ τοῦ ἥπατος ἐκπεφυκυῖαν, ὥσπερ γε καὶ αἱ ἀρτηρίαι πᾶσαι πρὸς τὴν µεγάλην ἀρτηρίαν τὴν κατὰ ῥάχιν.

6.6.50. ἀλλ’ ἐνταῦθα µὲν ὥσπερ ἔξωθεν τοῦ ἐµβρύου δίεισιν ἡ ἀρτηρία καθ’ ὅλον τὸν ἀµν<ε>ιόν, οὕτω καὶ µέχρι τῆς κατὰ ῥάχιν ἀρτηρίας δύο διαµένουσαι προέρχονται· συνέρχονται δ’ εἰς φλέβα µίαν αἱ κατὰ τὸν ὀµφαλὸν ὁρµώµεναι δύο φλέβες.

6.6.51. αὕτη µὲν οὖν ἡ φλὲψ εὐθὺ τοῦ ἥπατος ἀφικνεῖται, ταῖς δύο δὲ ἀρτηρίαις οὔτ’ ἐπὶ τὴν καρδίαν αὐτὴν ἄντικρυς οὔτ’ ἐπὶ τὴν µεγάλην ἀρτηρίαν ἡ φορά.

6.6.52. περιλαβοῦσαι γὰρ ἑκατέρωθεν τὴν κύστιν εἰς τὸ κάταντες ἔρχονται, µέχρι περ ἂν ἐντύχωσι ταῖς ἐπὶ τὰ σκέλη τοῦ κυουµένου φεροµέναις ἀρτηρίαις.